Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.63 Joseph. AJ 7.66 (English) >>Joseph. AJ 7.70

7.65

Ἐκβαλὼν δὲ τοὺς Ἰεβουσαίους ἐκ τῆς ἄκρας καὶ αὐτὸς ἀνοικοδομήσας τὰ Ἱεροσόλυμα πόλιν αὐτὴν Δαυίδου προσηγόρευσε, καὶ τὸν ἅπαντα χρόνον ἐν αὐτῇ διέτριβε βασιλεύων. δὲ χρόνος ὃν τῆς Ἰούδα φυλῆς ἦρξε μόνης ἐν Γιβρῶνι ἐγένετο ἔτη ἑπτὰ καὶ μῆνες ἕξ. ἀποδείξας δὲ βασίλειον τὰ Ἱεροσόλυμα λαμπροτέροις αἰεὶ καὶ μᾶλλον ἐχρῆτο τοῖς πράγμασι τοῦ θεοῦ προνοουμένου κρείττω ποιεῖν αὐτὰ καὶ λαμβάνειν ἐπίδοσιν. 7.66πέμψας δὲ πρὸς αὐτὸν καὶ Ἱέρωμος Τυρίων βασιλεὺς φιλίαν καὶ συμμαχίαν συνέθετο· ἔπεμψε δʼ αὐτῷ καὶ δωρεὰς ξύλα κέδρινα καὶ τεχνίτας ἄνδρας τέκτονας καὶ οἰκοδόμους, οἳ κατεσκεύασαν βασίλειον ἐν Ἱεροσολύμοις. Δαυίδης δὲ τήν τε ἄνω πόλιν παραλαβὼν καὶ τὴν ἄκραν συνάψας αὐτῇ ἐποίησεν ἓν σῶμα, καὶ περιτειχίσας ἐπιμελητὴν τῶν τειχῶν κατέστησεν Ἰώαβον. 7.67πρῶτος οὖν Δαυίδης τοὺς Ἰεβουσαίους ἐξ Ἱεροσολύμων ἐκβαλὼν ἀφʼ ἑαυτοῦ προσηγόρευσε τὴν πόλιν· ἐπὶ γὰρ Ἁβράμου τοῦ προγόνου ἡμῶν Σόλυμα ἐκαλεῖτο, μετὰ ταῦτα δὲ αὐτήν φασί τινες, ὅτι καὶ Ὅμηρος ταῦτʼ ὠνόμασεν Ἱεροσόλυμα· τὸ γὰρ ἱεροῦ κατὰ τὴν Ἑβραίων γλῶτταν ὠνόμασε τὰ Σόλυμα ἐστιν ἀσφάλεια. 7.68ἦν δὲ πᾶς χρόνος ἀπὸ τῆς Ἰησοῦ τοῦ στρατηγοῦ ἐπὶ Χαναναίους στρατείας καὶ τοῦ πολέμου, καθʼ ὃν κρατήσας αὐτῶν κατένειμε ταύτην τοῖς Ἑβραίοις καὶ οὐκέτι τοὺς Χαναναίους ἐκβαλεῖν ἐξ Ἱεροσολύμων ἐδυνήθησαν οἱ Ἰσραηλῖται, μέχρις Δαυίδης αὐτοὺς ἐξεπολιόρκησεν, ἔτη πεντακόσια καὶ δέκα καὶ πέντε.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.63 Joseph. AJ 7.66 (English) >>Joseph. AJ 7.70

Powered by PhiloLogic